Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.208 Joseph. AJ 1.212 (English) >>Joseph. AJ 1.217

1.210παρακαλεῖ τε πρᾴως ἔχειν πρὸς αὐτὸν καὶ τὸν θεὸν εὐμενῆ ποιεῖν, παρʼ αὐτῷ τε μένειν βουλομένῳ πᾶσαν ἀφθονίαν ὑπάρξειν ἀπιέναι τε προαιρούμενον τεύξεσθαι πομπῆς καὶ πάντων ὅσων καὶ χρῄζων πρὸς αὐτὸν ἀφίκοιτο. 1.211ταῦτʼ εἰπόντος Ἅβραμος οὔτε τὴν συγγένειαν τῆς γυναικὸς ἐψεῦσθαι ἔλεγεν, ἀδελφοῦ γὰρ αὐτὴν εἶναι παῖδα, καὶ δίχα τοιαύτης ὑποκρίσεως οὐκ ἀσφαλῆ τὴν ἐπιδημίαν ὑπολαβεῖν. ὅσα τε ἐπὶ τῷ μηδὲν αἴτιος τῆς νόσου γεγονέναι προθυμηθῆναι δʼ αὐτοῦ περὶ τὴν σωτηρίαν, ἑτοίμως ἔφασκεν ἔχειν παρʼ αὐτῷ μένειν. 1.212καὶ Ἀβιμέλεχος τήν τε γῆν πρὸς αὐτὸν νέμεται καὶ τὰ χρήματα, καὶ συντίθενται ἀδόλως πολιτεύσεσθαι ὑπέρ τινος φρέατος ποιούμενοι τὸν ὅρκον, Βηρσουβαὶ καλοῦσιν· ὅρκιον δὲ φρέαρ λέγοιτʼ ἄν. οὕτω δʼ ἔτι καὶ νῦν ὑπὸ τῶν ἐπιχωρίων ὠνόμασται. 1.213

Γίνεται δὲ Ἁβράμῳ μετʼ οὐ πολὺ καὶ παῖς ἐκ Σάρρας, ὡς αὐτῷ ὑπὸ τοῦ θεοῦ προείρητο, ὃν Ἴσακον ὠνόμασε· τοῦτο γέλωτα σημαίνει· διὰ μέντοι τὸ τὴν Σάρραν μειδιάσαι τέξεσθαι φήσαντος αὐτὴν τοῦ θεοῦ μὴ προσδοκῶσαν ἤδη τοκετοῦ πρεσβυτέραν οὖσαν τὸν υἱὸν οὕτως ἐκάλεσεν. αὐτὴ μὲν γὰρ ἐνενήκοντα εἶχεν ἔτη ἑκατὸν δὲ Ἅβραμος. 1.214τίκτεται δὲ παῖς ἑκατέρων τῷ ὑστάτῳ ἔτει, ὃν εὐθὺς μετʼ ὀγδόην ἡμέραν περιτέμνουσι, κἀξ ἐκείνου μετὰ τοσαύτας ἔθος ἔχουσιν οἱ Ἰουδαῖοι ποιεῖσθαι τὰς περιτομάς, Ἄραβες δὲ μετὰ ἔτος τρισκαιδέκατον· Ἰσμαῆλος γὰρ κτίστης αὐτῶν τοῦ ἔθνους Ἁβράμῳ γενόμενος ἐκ τῆς παλλακῆς ἐν τούτῳ περιτέμνεται τῷ χρόνῳ· περὶ οὗ τὸν πάντα λόγον ἐκθήσομαι μετὰ πολλῆς ἀκριβείας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.208 Joseph. AJ 1.212 (English) >>Joseph. AJ 1.217

Powered by PhiloLogic